1Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
2καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφʼ ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν· λύσατε αὐτὸν καὶ φέρετε.
3καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε τοῦτο; εἴπατε ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε.
4καὶ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.
5καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· Τί ποιεῖτε λύοντες τὸν πῶλον;
6οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς.
7καὶ φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπʼ αὐτόν.
8καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν.
9καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον· Ὡσαννά· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου·
10Εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
11Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα ὀψὲ ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
12Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν.
13καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπʼ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα, ὁ γὰρ καιρὸς οὐκ ἦν σύκων.
14καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ· Μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
15Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν
16καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ,
17καὶ ἐδίδασκεν καὶ ἔλεγεν αὐτοῖς· Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν.
18καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, πᾶς γὰρ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
19Καὶ ὅταν ὀψὲ ἐγένετο, ἐξεπορεύοντο ἔξω τῆς πόλεως.
20Καὶ παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.
21καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.
22καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· Ἔχετε πίστιν θεοῦ·
23ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύῃ ὅτι ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ.
24διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα προσεύχεσθε καὶ αἰτεῖσθε, πιστεύετε ὅτι ἐλάβετε, καὶ ἔσται ὑμῖν.
25καὶ ὅταν στήκετε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.
27Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι
28καὶ ἔλεγον αὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἢ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς;
29ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐπερωτήσω ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·
30τὸ βάπτισμα τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι.
31καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· Τί εἴπωμεν; ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
32ἀλλὰ εἴπωμεν· Ἐξ ἀνθρώπων;— ἐφοβοῦντο τὸν ὄχλον, ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὄντως ὅτι προφήτης ἦν.
33καὶ ἀποκριθέντες τῷ Ἰησοῦ λέγουσιν· Οὐκ οἴδαμεν. καὶ ὁ Ἰησοῦς λέγει αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
11:2 11:2 εὐθὺς WH Treg NA28 ] εὐθέως RP #
11:2 • οὔπω WH Treg NA28 ] – RP #
11:2 • ἐκάθισεν WH NA28 ] κεκάθικεν Treg RP #
11:2 • λύσατε αὐτὸν καὶ φέρετε WH Treg NA28 ] λύσαντες αὐτὸν ἀγάγετε RP#
11:3 3 ὅτι RP ] – WH Treg NA28 #
11:3 • εὐθὺς WH Treg NA28 ] εὐθέως RP #
11:3 • πάλιν WH Treg NA28 ] – RP#
11:4 4 καὶ ἀπῆλθον WH Treg NA28 ] Ἀπῆλθον δὲ RP #
11:4 • πρὸς WH Treg NA28 ] + τὴν RP#
11:6 6 εἶπεν WH Treg NA28 ] ἐνετείλατο RP#
11:7 7 φέρουσιν WH Treg NA28 ] ἤγαγον RP #
11:7 • ἐπιβάλλουσιν WH Treg NA28 ] ἐπέβαλον RP #
11:7 • αὐτόν WH Treg NA28 ] αὐτῷ RP#
11:8 8 καὶ πολλοὶ WH Treg NA28 ] Πολλοὶ δὲ RP #
11:8 • κόψαντες ἐκ τῶν ἀγρῶν WH Treg NA28 ] ἔκοπτον ἐκ τῶν δένδρων καὶ ἐστρώννυον εἰς τὴν ὁδόν RP#
11:9 9 ἔκραζον WH Treg NA28 ] + λέγοντες RP#
11:10 10 βασιλεία WH Treg NA28 ] + ἐν ὀνόματι κυρίου RP#
11:11 11 Ἱεροσόλυμα WH Treg NA28 ] + ὁ Ἰησοῦς καὶ RP #
11:11 • ὀψὲ WH ] ὀψίας Treg NA28 RP#
11:13 13 ἀπὸ WH Treg NA28 ] – RP #
11:13 • τι εὑρήσει WH Treg NA28 ] εὑρήσει τι RP #
11:13 • ὁ γὰρ καιρὸς οὐκ ἦν WH Treg NA28 ] οὐ γὰρ ἦν καιρὸς RP#
11:14 14 ἀποκριθεὶς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP #
11:14 • εἰς τὸν αἰῶνα ἐκ σοῦ WH Treg NA28 ] ἐκ σοῦ εἰς τὸν αἰῶνα RP#
11:15 15 εἰσελθὼν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP #
11:15 • τοὺς WH Treg NA28 ] – RP#
11:17 17 καὶ ἔλεγεν WH Treg NA28 ] λέγων RP #
11:17 • αὐτοῖς Treg NA28 RP ] – WH #
11:17 • πεποιήκατε WH Treg NA28 ] ἐποιήσατε RP#
11:18 18 ἀρχιερεῖς καὶ οἱ γραμματεῖς WH Treg NA28 ] γραμματεῖς καὶ οἱ ἀρχιερεῖς RP #
11:18 • πᾶς γὰρ WH Treg NA28 ] ὅτι πᾶς RP#
11:19 19 ὅταν WH Treg NA28 ] ὅτε RP #
11:19 • ἐξεπορεύοντο WH Treg NA28 ] ἐξεπορεύετο RP#
11:20 20 παραπορευόμενοι πρωῒ WH Treg NA28 ] πρωῒ παραπορευόμενοι RP#
11:23 23 ἀμὴν WH NA28 ] + γὰρ Treg RP #
11:23 • πιστεύῃ WH NA28 ] πιστεύσῃ Treg RP #
11:23 • ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ WH Treg NA28 ] ἃ λέγει γίνεται ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ RP#
11:24 24 προσεύχεσθε καὶ αἰτεῖσθε WH Treg NA28 ] ἄν προσευχόμενοιαἰτῆσθε RP #
11:24 • ἐλάβετε WH Treg NA28 ] λαμβάνετε RP#
11:25 25 στήκετε WH Treg NA28 ] στήκητε RP #
11:28 28 ἔλεγον WH Treg NA28 ] λέγουσιν RP #
11:28 • ἢ WH NA28 ] καὶ Treg RP #
11:28 • ἔδωκεν τὴν … ταύτην WH Treg NA28 ] τὴν … ταύτην ἔδωκεν RP#
11:29 29 Ἰησοῦς WH Treg NA28 ] + ἀποκριθεὶς RP #
11:29 • ὑμᾶς WH Treg NA28 ] + καὶ ἐγὼ RP#
11:30 30 τὸ WH Treg NA28 ] – RP#
11:31 31 διελογίζοντο WH Treg NA28 ] ἐλογίζοντο RP #
11:31 • Τί εἴπωμεν; Holmes ] – WH Treg NA28 RP #
11:31 • οὖν WH NA28 RP ] – Treg#
11:32 32 ὄχλον WH NA28 ] λαόν Treg RP #
11:32 • ὄντως ὅτι WH Treg NA28 ] ὅτι ὄντως RP#
11:33 33 τῷ Ἰησοῦ λέγουσιν WH Treg NA28 ] λέγουσιν τῷ Ἰησοῦ RP #
Estamos preparando a casa. Os verbetes entram depois.
Estas são as configurações atuais dos menus de ajustes.
- Zoom
- Fonte
- Versículos
- Troca capítulo na Bíblia
- Link de versículo
- Alinhamento de texto
- Altura da Linha
- Margem
- Tema de cores
- Marcadores nos versículos
- Ícone de nota
- Destaque de texto
- Título do Livro - Nº Cap
- Tópico - links
- Link de Comentário
- Nº dos versículos
- Notas de tradução
- Paginação
- Tela Teatro
- Idioma do site
Clique em OK para gravar este conjunto de ajustes para o modo leitura.
Ou feche essa tela e altere as configurações desejadas nos ajustes individualmente e depois volte.
Clique em reset para voltar ao conjunto de ajustes padrão do modo leitura, e clique em Ok para salvar.
© 2026 - Comentarionista.
Todos os direitos reservados.
Sem fins lucrativos